Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 45.39 Dem. 45.42 (English) >>Dem. 45.45

45.41τοῦτο τοίνυν ἐγὼ μὲν οἶδα ψεῦδος ὄν, καὶ ἐλέγξω δέ, ὅταν εἰσίω πρὸς τοὺς ταῦτα μεμαρτυρηκότας· τούτῳ δʼ οὐχ οἷόν τε τοῦτʼ εἰπεῖν. εἰ τοίνυν ἀληθῆ πιστεύσαιτʼ εἶναι τὴν ἄφεσιν, οὕτω καὶ μάλιστʼ ἂν οὗτος φανείη ψευδῆ μεμαρτυρηκὼς καὶ κατεσκευασμένης διαθήκης μάρτυς γεγονώς. τίς γὰρ οὕτως ἄφρων ὥστʼ ἄφεσιν μὲν ἐναντίον μαρτύρων ποιήσασθαι τοῦ βεβαίαν αὑτῷ τὴν ἀπαλλαγὴν εἶναι, τὰς δὲ συνθήκας καὶ τὰς διαθήκας καὶ τἄλλα, ὑπὲρ ὧν ἐποιεῖτο τὴν ἄφεσιν, σεσημασμένʼ ἐᾶσαι καθʼ αὑτοῦ κεῖσθαι; 45.42οὐκοῦν ἐναντία μὲν παραγραφὴ πᾶσι τοῖς μεμαρτυρημένοις, ἐναντία δʼ ἣν ἀνέγνων ὑμῖν ἄρτι μίσθωσιν, τῇδε τῇ διαθήκῃ· οὐδὲν δὲ τῶν πεπραγμένων οὔτʼ εὔλογον οὔθʼ ἁπλοῦν οὔθʼ ὁμολογούμενον αὐτὸ ἑαυτῷ φαίνεται. ἐκ δὲ τούτου τοῦ τρόπου πάντα πεπλασμένα καὶ κατεσκευασμένʼ ἐλέγχεται.

45.43ὡς μὲν τοίνυν ἐστὶν ἀληθῆ τὰ μεμαρτυρημένα, οὔτʼ αὐτὸν τοῦτον οὔτʼ ἄλλον ὑπὲρ τούτου δεῖξαι δυνήσεσθαι νομίζω. ἀκούω δʼ αὐτὸν τοιοῦτόν τι παρεσκευάσθαι λέγειν, ὡς προκλήσεώς ἐστιν ὑπεύθυνος, οὐχὶ μαρτυρίας, καὶ δυοῖν αὐτῷ προσήκει δοῦναι λόγον, οὐ πάντων τῶν γεγραμμένων, εἴ τε προὐκαλεῖτό με ταῦτα Φορμίων μή, καὶ εἰ μὴ ἐδεχόμην ἐγώ· ταῦτα μὲν γὰρ ἁπλῶς αὐτὸς μεμαρτυρηκέναι φήσει, τὰ δʼ ἄλλʼ ἐκεῖνον προκαλεῖσθαι, εἰ δʼ ἐστὶν μὴ ταῦτα, οὐδὲν προσήκειν αὑτῷ σκοπεῖν.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 45.39 Dem. 45.42 (English) >>Dem. 45.45

Powered by PhiloLogic